Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.70 Joseph. AJ 17.75 (English) >>Joseph. AJ 17.80

17.73κεκόμισται γὰρ ἐκ τῆς Αἰγύπτου τὸ φάρμακον ὑπʼ Ἀντιφίλου, ἀδελφὸς δʼ ἐκείνῳ ἰατρὸς ὢν ἐπόρισεν, καὶ Θευδίωνος ὡς ἡμᾶς κομίσαντος ἐφύλασσον αὐτὴ παρὰ Φερώρου λαβοῦσα ἐπὶ σὲ ἡτοιμασμένον ὑπὸ Ἀντιπάτρου. 17.74ἐπεὶ οὖν ἐνόσει Φερώρας καὶ ἐθεράπευες αὐτὸν ἀφικόμενος, ὁρῶν σου τὴν εὔνοιαν, περὶ αὐτὸν ἐχρῶ, ἐπεκλάσθη τε τῇ διανοίᾳ καὶ μετακαλέσας με, “ γύναι, φησίν, περιώδευσέ με Ἀντίπατρος ἐπὶ πατρὶ μὲν τῷ αὐτοῦ, ἀδελφῷ δὲ τῷ ʼμῷ, θανάσιμόν τε γνώμην συνθεὶς καὶ φάρμακον διακονήσοιτο αὐτῇ πεπορισμένος. 17.75νῦν οὖν, ἐπειδὴ τε ἀδελφὸς οὐδὲν ἀρετῇ πρότερον ἐχρῆτο περὶ ἐμοῦ ὑφαιρῶν ὦπται ἐμέ τε ἐλπὶς οὐκ εἰς μακρὰν ἀπέσεσθαι τοῦ βίου, φέρε μὴ γνώμῃ ἀδελφοκτόνῳ ἀποτισοίμην προπάτορας τοὺς ἐμαυτοῦ, τὸ φάρμακον καίειν τε ἐμοῦ βλέποντος, κομίσασά τε οὐδὲν εἰς ἀναβολὰς πράσσειν τοῦ ἀνδρὸς τὰς ἐπιστολάς.” 17.76καὶ τὸ μὲν πλεῖστον καύσασαν τοῦ φαρμάκου τυχεῖν, ὑπολιπέσθαι δὲ ὀλίγον, ἵνα εἰ Φερώρου μεταστάντος περιέποι κακῶς αὐτὴν βασιλεύς, μεθίσταιτο αὐτῷ διάδρασιν ποιουμένη τῶν ἀναγκῶν. 17.77ταῦτα εἰποῦσα τό τε φάρμακον καὶ τὴν πυξίδα εἰς τὸ μέσον παρῆγεν. καὶ ἀδελφὸς δὲ Ἀντιφίλου ἕτερος καὶ μήτηρ αὐτοῦ ἀνάγκαις τε καὶ βασάνων σφοδρότητι ταὐτὰ ἔλεγον καὶ ἐγνώριζον τὴν πυξίδα.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.70 Joseph. AJ 17.75 (English) >>Joseph. AJ 17.80

Powered by PhiloLogic